Προσευχή γιά τήν κρίση τῆς Πατρίδος μας – (Εἶναι ἀνάγκη νὰ διαβαστῆ ἀπ’ ὅλους)

Κύριε ὁ Θεὸς ἡμῶν, «ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν», 

Πάντες οἱ ὁμοπάτριδες ὀδυνόμεθα ἐπὶ τῇ χλεύῃ καὶ καταφρονήσει καὶδυστυχίᾳ τῆς φιλτάτης ἡμῶν πατρίδος, καθὼς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν καὶ τῆςἐνεστώσης οἰκονομικῆς ἀνάγκης καὶ πνευματικῆς κρίσεως κατέστημενἄνθρωποι θλῖψιν μόνιμον ἔχοντες καὶ ἔθνος ὑπὸ τῶν ἄλλων ἐθνῶνὀνειδιζόμενον.

Ἀνάδειξον ἄρχοντας πεπληρωμένους θείου φωτισμοῦ καὶ συνέσεως, ἵναἐργασθῶσιν ὑπὲρ τῆς ἐθνικῆς ἡμῶν προόδου καὶ εἰρήνης.

Δός, οὖν, ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, πάντα τὰ χρειώδη τῆς καθ’ ἡμέραν ἐπὶτῆς γῆς διαβιώσεως ἡμῶν, μετάνοιαν διὰ τὰς ἁμαρτίας ἡμῶν, πίστιν βεβαίαν, ἐλπίδα ἀκαταίσχυντον, χαρὰν βαθείαν ἐν ταῖς καρδίαις ἡμῶν.

Ἐξάγαγε ἡμᾶς ἐκ τῶν λυπηρῶν ἐπὶ τὰ θυμηδέστερα, ἐκ τῆς ἀπελπισίας εἰςτὴν βεβαίαν πρὸς Σὲ ἐλπίδα, ἐκ τῆς ἀπιστίας εἰς τὴν πίστιν, φανερῶν τοῖςπάσι τὴν πανάγαθον Πρόνοια  καὶ τὸ μέγα καὶ πλούσιον ἔλεό σου.

 Ἀμήν.


Μην αμελήσετε να κάνετε Μου αρέσει! στη νέα μας σελίδα στο facebook!
Ευχαριστούμε πολύ!